TLG 2158 002 :: EUTYCHIANUS :: Fragmentum

EUTYCHIANUS Hist.
(Cappadox: A.D. 4)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 6.

Fr. 1

Citation: Fragment — (line)

1

Malalas Chron.: Εὐτυχιανὸς δὲ ὁ χρονογράφος ὁ Καππάδοξ, στρατιώτης ὢν καὶ βικάριος τοῦ ἰδίου ἀριθμοῦ τῶν Πρι‐ μοαρμενιακῶν, παρὼν καὶ αὐτὸς ἐν τῷ πολέμῳ, συνε‐ γράψατο ὅτι κατελθὼν ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς μονὰς
5ιεʹ ἐπὶ τὰ Περσικὰ μέρη διὰ τοῦ Εὐφράτου εἰσῆλθε καὶ ἐπικρατὴς γενόμενος καὶ νικήσας πάντας παρέλα‐ βεν ἕως πόλεως λεγομένης Κτησιφῶντος, ἔνθα ὁ βασι‐ λεὺς Περσῶν ἐκάθητο, ἐκείνου φυγόντος ἐπὶ τὰ μέρη τῶν Περσαρμενίων, καὶ βουλομένου μετὰ τῆς ἰδίας
10συγκλήτου καὶ τοῦ στρατοῦ αὐτοῦ ἄχρι τῆς Βαβυλῶνος τῇ ἑξῆς ὁρμῆσαι καὶ ταύτην παραλαβεῖν διὰ τῆς νυ‐ κτός. Καὶ ὡς καθεύδει, εἶδεν ἐν ὁράματί τινα τέλειον ἄνδρα ἐνδεδυμένον ζάβαν καὶ εἰσελθόντα πρὸς αὐτὸν εἰς τὸν παπυλεῶνα αὐτοῦ πλησίον τῆς πόλεως Κτησιφῶν‐
15τος ἐν πόλει λεγομένῃ Ἀσίᾳ, καὶ κρούσαντα αὐτὸν λόγχῃ· καὶ πτοηθεὶς ἐξυπνίσθη κράξας· καὶ ἐξανέστη‐ σαν οἱ κουβικουλάριοι εὐνοῦχοι καὶ σπαθάριοι καὶ ὁ στρατὸς ὁ φυλάττων τὸν παπυλεῶνα, καὶ εἰσελθόντες πρὸς αὐτὸν μετὰ λαμπάδων βασιλικῶν· καὶ προσε‐
20σχηκὼς Ἰουλιανὸς ὁ βασιλεὺς ἑαυτὸν σφαγέντα κατὰ τῆς μασχάλης ἐπηρώτησεν αὐτούς· «Πῶς λέγεται ἡ κώμη ὅπου ἐστὶν ὁ παπυλεών μου;» καὶ εἶπον αὐτῷ ὅτι Ἀσία λέγεται. Καὶ εὐθέως ἔκραξεν· «Ὦ Ἥλιε, ἀπώλεσας Ἰουλιανόν.» Καὶ ἐκχυθεὶς τὸ αἷμα παρέδωκε τὴν ψυ‐
25χὴν ὥραν νυκτερινὴν πέμπτην (ἔτους κατὰ Ἀντιόχειαν
τὴν μεγάλην χρηματίζοντος υιαʹ.)6